ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:1-7
SBL Greek New Testament
1 Παῦλος ἀπόστολος [a]Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. 5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. 6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· [b]εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, 7 καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ [c]ὑμῶν· εἰδότες ὅτι [d]ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:1 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:6 εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως WH NIV ] – Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὑμῶν WH NIV ] + εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὡς WH Treg NIV ] ὥσπερ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software